Psalm 135 – Studienbibel

Septuaginta (LXX)
Die Bibel durchsuchen
  • ELB-BK – Elberfelder Übersetzung (V. 1.3 von bibelkommentare.de)
  • ELB-CSV – Elberfelder Übersetzung (Edition CSV Hückeswagen)
  • ELB 1932 – Unrevidierte Elberfelder Übersetzung von 1932
  • Luther 1912 – Luther-Übersetzung von 1912
  • New Darby (EN) – Neue englische Darby-Übersetzung
  • Old Darby (EN) – Alte englische Darby-Übersetzung
  • KJV – Englische King James V. von 1611/1769 mit Strongs
  • Darby (FR) – Französische Darby-Übersetzung
  • Dutch SV – Dutch Statenvertaling
  • Persian – Persian Standard Bible of 1895 (Old Persian)
  • WHNU – Westcott-Hort mit NA27- und UBS4-Varianten
  • BYZ – Byzantischer Mehrheitstext
  • WLC – Westminster Leningrad Codex
  • LXX – Septuaginta (LXX)
Ansicht

1 αλληλουια ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

2 ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

3 ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

4 τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

5 τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

6 τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

7 τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

8 τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

9 τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

10 τῷ πατάξαντι αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

11 καὶ ἐξαγαγόντι τὸν ισραηλ ἐκ μέσου αὐτῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

12 ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

13 τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

14 καὶ διαγαγόντι τὸν ισραηλ διὰ μέσου αὐτῆς ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

15 καὶ ἐκτινάξαντι φαραω καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

16 τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ τῷ ἐξαγαγόντι ὕδωρ ἐκ πέτρας ἀκροτόμου ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

17 τῷ πατάξαντι βασιλεῖς μεγάλους ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

18 καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

19 τὸν σηων βασιλέα τῶν αμορραίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

20 καὶ τὸν ωγ βασιλέα τῆς βασαν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

21 καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

22 κληρονομίαν ισραηλ δούλῳ αὐτοῦ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

23 ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

24 καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

25 ὁ διδοὺς τροφὴν πάσῃ σαρκί ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

26 ἐξομολογεῖσθε τῷ θεῷ τοῦ οὐρανοῦ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ