Jesaja 35 – Studienbibel

Septuaginta (LXX)
Die Bibel durchsuchen
  • ELB-BK – Elberfelder Übersetzung (V. 1.3 von bibelkommentare.de)
  • ELB-CSV – Elberfelder Übersetzung (Edition CSV Hückeswagen)
  • ELB 1932 – Unrevidierte Elberfelder Übersetzung von 1932
  • Luther 1912 – Luther-Übersetzung von 1912
  • New Darby (EN) – Neue englische Darby-Übersetzung
  • Old Darby (EN) – Alte englische Darby-Übersetzung
  • KJV – Englische King James V. von 1611/1769 mit Strongs
  • Darby (FR) – Französische Darby-Übersetzung
  • Dutch SV – Dutch Statenvertaling
  • Persian – Persian Standard Bible of 1895 (Old Persian)
  • WHNU – Westcott-Hort mit NA27- und UBS4-Varianten
  • BYZ – Byzantischer Mehrheitstext
  • WLC – Westminster Leningrad Codex
  • LXX – Septuaginta (LXX)
Ansicht

1 εὐφράνθητι ἔρημος διψῶσα ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον

2 καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ ιορδάνου καὶ ἡ δόξα τοῦ λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ καρμήλου καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ

3 ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα [Heb 12,12]

4 παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε μὴ φοβεῖσθε ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς

5 τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται

6 τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ

7 καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται ἐκεῖ εὐφροσύνη ὀρνέων ἔπαυλις καλάμου καὶ ἕλη

8 ἐκεῖ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ' αὐτῆς καὶ οὐ μὴ πλανηθῶσιν

9 καὶ οὐκ ἔσται ἐκεῖ λέων οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ' αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι

10 καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς σιων μετ' εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός