Jesaja 20 – Studienbibel

Septuaginta (LXX)
Die Bibel durchsuchen
  • ELB-BK – Elberfelder Übersetzung (V. 1.3 von bibelkommentare.de)
  • ELB-CSV – Elberfelder Übersetzung (Edition CSV Hückeswagen)
  • ELB 1932 – Unrevidierte Elberfelder Übersetzung von 1932
  • Luther 1912 – Luther-Übersetzung von 1912
  • New Darby (EN) – Neue englische Darby-Übersetzung
  • Old Darby (EN) – Alte englische Darby-Übersetzung
  • KJV – Englische King James V. von 1611/1769 mit Strongs
  • Darby (FR) – Französische Darby-Übersetzung
  • Dutch SV – Dutch Statenvertaling
  • Persian – Persian Standard Bible of 1895 (Old Persian)
  • WHNU – Westcott-Hort mit NA27- und UBS4-Varianten
  • BYZ – Byzantischer Mehrheitstext
  • WLC – Westminster Leningrad Codex
  • LXX – Septuaginta (LXX)
Ansicht

1 τοῦ ἔτους οὗ εἰσῆλθεν ταναθαν εἰς ἄζωτον ἡνίκα ἀπεστάλη ὑπὸ αρνα βασιλέως ἀσσυρίων καὶ ἐπολέμησεν τὴν ἄζωτον καὶ κατελάβετο αὐτήν

2 τότε ἐλάλησεν κύριος πρὸς ησαιαν λέγων πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος

3 καὶ εἶπεν κύριος ὃν τρόπον πεπόρευται ησαιας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς αἰγυπτίοις καὶ αἰθίοψιν

4 ὅτι οὕτως ἄξει βασιλεὺς ἀσσυρίων τὴν αἰχμαλωσίαν αἰγύπτου καὶ αἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην αἰγύπτου

5 καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ αἰγύπτιοι ἐπὶ τοῖς αἰθίοψιν ἐφ' οἷς ἦσαν πεποιθότες οἱ αἰγύπτιοι ἦσαν γὰρ αὐτοῖς δόξα

6 καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν οἳ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως ἀσσυρίων καὶ πῶς ἡμεῖς σωθησόμεθα