Jesaja 15 – Studienbibel

Septuaginta (LXX)
Die Bibel durchsuchen
  • ELB-BK – Elberfelder Übersetzung (V. 1.3 von bibelkommentare.de)
  • ELB-CSV – Elberfelder Übersetzung (Edition CSV Hückeswagen)
  • ELB 1932 – Unrevidierte Elberfelder Übersetzung von 1932
  • Luther 1912 – Luther-Übersetzung von 1912
  • New Darby (EN) – Neue englische Darby-Übersetzung
  • Old Darby (EN) – Alte englische Darby-Übersetzung
  • KJV – Englische King James V. von 1611/1769 mit Strongs
  • Darby (FR) – Französische Darby-Übersetzung
  • Dutch SV – Dutch Statenvertaling
  • Persian – Persian Standard Bible of 1895 (Old Persian)
  • WHNU – Westcott-Hort mit NA27- und UBS4-Varianten
  • BYZ – Byzantischer Mehrheitstext
  • WLC – Westminster Leningrad Codex
  • LXX – Septuaginta (LXX)
Ansicht

1 τὸ ῥῆμα τὸ κατὰ τῆς μωαβίτιδος νυκτὸς ἀπολεῖται ἡ μωαβῖτις νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς μωαβίτιδος

2 λυπεῖσθε ἐφ' ἑαυτοῖς ἀπολεῖται γὰρ καὶ δηβων οὗ ὁ βωμὸς ὑμῶν ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ ναβαυ τῆς μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα πάντες βραχίονες κατατετμημένοι

3 ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ

4 ὅτι κέκραγεν εσεβων καὶ ελεαλη ἕως ιασσα ἠκούσθη ἡ φωνὴ αὐτῶν διὰ τοῦτο ἡ ὀσφὺς τῆς μωαβίτιδος βοᾷ ἡ ψυχὴ αὐτῆς γνώσεται

5 ἡ καρδία τῆς μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως σηγωρ δάμαλις γάρ ἐστιν τριετής ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός

6 τὸ ὕδωρ τῆς νεμριμ ἔρημον ἔσται καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει χόρτος γὰρ χλωρὸς οὐκ ἔσται

7 μὴ καὶ οὕτως μέλλει σωθῆναι ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα ἄραβας καὶ λήμψονται αὐτήν

8 συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς μωαβίτιδος τῆς αγαλλιμ καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ αιλιμ

9 τὸ δὲ ὕδωρ τὸ ρεμμων πλησθήσεται αἵματος ἐπάξω γὰρ ἐπὶ ρεμμων ἄραβας καὶ ἀρῶ τὸ σπέρμα μωαβ καὶ αριηλ καὶ τὸ κατάλοιπον αδαμα