Esther 5 – Studienbibel

Septuaginta (LXX)
Die Bibel durchsuchen
  • ELB-BK – Elberfelder Übersetzung (V. 1.3 von bibelkommentare.de)
  • ELB-CSV – Elberfelder Übersetzung (Edition CSV Hückeswagen)
  • ELB 1932 – Unrevidierte Elberfelder Übersetzung von 1932
  • Luther 1912 – Luther-Übersetzung von 1912
  • New Darby (EN) – Neue englische Darby-Übersetzung
  • Old Darby (EN) – Alte englische Darby-Übersetzung
  • KJV – Englische King James V. von 1611/1769 mit Strongs
  • Darby (FR) – Französische Darby-Übersetzung
  • Dutch SV – Dutch Statenvertaling
  • Persian – Persian Standard Bible of 1895 (Old Persian)
  • WHNU – Westcott-Hort mit NA27- und UBS4-Varianten
  • BYZ – Byzantischer Mehrheitstext
  • WLC – Westminster Leningrad Codex
  • LXX – Septuaginta (LXX)
Ansicht

3 καὶ εἶπεν ὁ βασιλεύς τί θέλεις εσθηρ καὶ τί σού ἐστιν τὸ ἀξίωμα ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου καὶ ἔσται σοι

4 εἶπεν δὲ εσθηρ ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν εἰ οὖν δοκεῖ τῷ βασιλεῖ ἐλθάτω καὶ αὐτὸς καὶ αμαν εἰς τὴν δοχήν ἣν ποιήσω σήμερον

5 καὶ εἶπεν ὁ βασιλεύς κατασπεύσατε αμαν ὅπως ποιήσωμεν τὸν λόγον εσθηρ καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν ἣν εἶπεν εσθηρ

6 ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς εσθηρ τί ἐστιν βασίλισσα εσθηρ καὶ ἔσται σοι ὅσα ἀξιοῖς

7 καὶ εἶπεν τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου

8 εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως ἐλθάτω ὁ βασιλεὺς καὶ αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν ἣν ποιήσω αὐτοῖς καὶ αὔριον ποιήσω τὰ αὐτά

9 καὶ ἐξῆλθεν ὁ αμαν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος ἐν δὲ τῷ ἰδεῖν αμαν μαρδοχαῖον τὸν ιουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα

10 καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ ζωσαραν τὴν γυναῖκα αὐτοῦ

11 καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας

12 καὶ εἶπεν αμαν οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ' ἢ ἐμέ καὶ εἰς τὴν αὔριον κέκλημαι

13 καὶ ταῦτά μοι οὐκ ἀρέσκει ὅταν ἴδω μαρδοχαῖον τὸν ιουδαῖον ἐν τῇ αὐλῇ

14 καὶ εἶπεν πρὸς αὐτὸν ζωσαρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω μαρδοχαῖος ἐπὶ τοῦ ξύλου σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου καὶ ἤρεσεν τὸ ῥῆμα τῷ αμαν καὶ ἡτοιμάσθη τὸ ξύλον