1. Könige 4 – Studienbibel

Septuaginta (LXX)
Die Bibel durchsuchen
  • ELB-BK – Elberfelder Übersetzung (V. 1.3 von bibelkommentare.de)
  • ELB-CSV – Elberfelder Übersetzung (Edition CSV Hückeswagen)
  • ELB 1932 – Unrevidierte Elberfelder Übersetzung von 1932
  • Luther 1912 – Luther-Übersetzung von 1912
  • New Darby (EN) – Neue englische Darby-Übersetzung
  • Old Darby (EN) – Alte englische Darby-Übersetzung
  • KJV – Englische King James V. von 1611/1769 mit Strongs
  • Darby (FR) – Französische Darby-Übersetzung
  • Dutch SV – Dutch Statenvertaling
  • Persian – Persian Standard Bible of 1895 (Old Persian)
  • WHNU – Westcott-Hort mit NA27- und UBS4-Varianten
  • BYZ – Byzantischer Mehrheitstext
  • WLC – Westminster Leningrad Codex
  • LXX – Septuaginta (LXX)
Ansicht

1 καὶ ἦν ὁ βασιλεὺς σαλωμων βασιλεύων ἐπὶ ισραηλ

2 καὶ οὗτοι οἱ ἄρχοντες οἳ ἦσαν αὐτοῦ αζαριου υἱὸς σαδωκ

3 καὶ ελιαρεφ καὶ αχια υἱὸς σαβα γραμματεῖς καὶ ιωσαφατ υἱὸς αχιλιδ ὑπομιμνῄσκων

4 καὶ σαδουχ καὶ αβιαθαρ ἱερεῖς

5 καὶ ορνια υἱὸς ναθαν ἐπὶ τῶν καθεσταμένων καὶ ζαβουθ υἱὸς ναθαν ἑταῖρος τοῦ βασιλέως

6 καὶ αχιηλ οἰκονόμος καὶ ελιαβ υἱὸς σαφ ἐπὶ τῆς πατριᾶς καὶ αδωνιραμ υἱὸς εφρα ἐπὶ τῶν φόρων

7 καὶ τῷ σαλωμων δώδεκα καθεσταμένοι ἐπὶ πάντα ισραηλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν

8 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν βενωρ ἐν ὄρει εφραιμ εἷς

9 υἱὸς ρηχαβ ἐν μαχεμας καὶ βηθαλαμιν καὶ βαιθσαμυς καὶ αιλων ἕως βαιθαναν εἷς

10 υἱὸς εσωθ βηρβηθνεμα λουσαμηνχα καὶ ρησφαρα

11 χιναναδαβ καὶ αναφαθι ἀνὴρ ταβληθ θυγάτηρ σαλωμων ἦν αὐτῷ εἰς γυναῖκα εἷς

12 βακχα υἱὸς αχιλιδ θααναχ καὶ μεκεδω καὶ πᾶς ὁ οἶκος σαν ὁ παρὰ σεσαθαν ὑποκάτω τοῦ εσραε καὶ ἐκ βαισαφουδ εβελμαωλα ἕως μαεβερ λουκαμ εἷς

13 υἱὸς γαβερ ἐν ρεμαθ γαλααδ τούτῳ σχοίνισμα ερεγαβα ἣ ἐν τῇ βασαν ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ εἷς

14 αχιναδαβ υἱὸς αχελ μααναιν εἷς

15 αχιμαας ἐν νεφθαλι καὶ οὗτος ἔλαβεν τὴν βασεμμαθ θυγατέρα σαλωμων εἰς γυναῖκα εἷς

16 βαανα υἱὸς χουσι ἐν τῇ μααλαθ εἷς

17 σαμαα υἱὸς ηλα ἐν τῷ βενιαμιν

18 γαβερ υἱὸς αδαι ἐν τῇ γῇ γαδ γῇ σηων βασιλέως τοῦ εσεβων καὶ ωγ βασιλέως τοῦ βασαν καὶ νασιφ εἷς ἐν γῇ ιουδα

19 ιωσαφατ υἱὸς φουασουδ ἐν ισσαχαρ