1. Chronika 25 – Studienbibel

Septuaginta (LXX)
Die Bibel durchsuchen
  • ELB-BK – Elberfelder Übersetzung (V. 1.3 von bibelkommentare.de)
  • ELB-CSV – Elberfelder Übersetzung (Edition CSV Hückeswagen)
  • ELB 1932 – Unrevidierte Elberfelder Übersetzung von 1932
  • Luther 1912 – Luther-Übersetzung von 1912
  • New Darby (EN) – Neue englische Darby-Übersetzung
  • Old Darby (EN) – Alte englische Darby-Übersetzung
  • KJV – Englische King James V. von 1611/1769 mit Strongs
  • Darby (FR) – Französische Darby-Übersetzung
  • Dutch SV – Dutch Statenvertaling
  • Persian – Persian Standard Bible of 1895 (Old Persian)
  • WHNU – Westcott-Hort mit NA27- und UBS4-Varianten
  • BYZ – Byzantischer Mehrheitstext
  • WLC – Westminster Leningrad Codex
  • LXX – Septuaginta (LXX)
Ansicht

1 καὶ ἔστησεν δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς ασαφ καὶ αιμαν καὶ ιδιθων τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν

2 υἱοὶ ασαφ ζακχουρ καὶ ιωσηφ καὶ ναθανιας καὶ εραηλ υἱοὶ ασαφ ἐχόμενοι ασαφ τοῦ προφήτου ἐχόμενοι τοῦ βασιλέως

3 τῷ ιδιθων υἱοὶ ιδιθων γοδολια καὶ σουρι καὶ ισαια καὶ σεμεϊ καὶ ασαβια καὶ ματταθιας ἕξ μετὰ τὸν πατέρα αὐτῶν ιδιθων ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ

4 τῷ αιμανι υἱοὶ αιμαν βουκιας καὶ μανθανιας καὶ αζαραηλ καὶ σουβαηλ καὶ ιεριμωθ καὶ ανανιας καὶ ανανι καὶ ηλιαθα καὶ γοδολλαθι καὶ ρωμεμθι-ωδ καὶ ιεσβακασα καὶ μαλληθι καὶ ωθηρι καὶ μεαζωθ

5 πάντες οὗτοι υἱοὶ τῷ αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας καὶ ἔδωκεν ὁ θεὸς τῷ αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς

6 πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ ασαφ καὶ ιδιθων καὶ αιμανι

7 καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν δεδιδαγμένοι ᾄδειν κυρίῳ πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ

8 καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων

9 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ ασαφ τῷ ιωσηφ γοδολια ὁ δεύτερος ηνια ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο

10 ὁ τρίτος ζακχουρ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

11 ὁ τέταρτος ιεσδρι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

12 ὁ πέμπτος ναθανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

13 ὁ ἕκτος βουκιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

14 ὁ ἕβδομος ισεριηλ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

15 ὁ ὄγδοος ιωσια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

16 ὁ ἔνατος μανθανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

17 ὁ δέκατος σεμεϊ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

18 ὁ ἑνδέκατος αζαρια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

19 ὁ δωδέκατος ασαβια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

20 ὁ τρισκαιδέκατος σουβαηλ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

21 ὁ τεσσαρεσκαιδέκατος ματταθιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

22 ὁ πεντεκαιδέκατος ιεριμωθ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

23 ὁ ἑκκαιδέκατος ανανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

24 ὁ ἑπτακαιδέκατος ιεσβακασα υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

25 ὁ ὀκτωκαιδέκατος ανανι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

26 ὁ ἐννεακαιδέκατος μελληθι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

27 ὁ εἰκοστὸς ελιαθα υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

28 ὁ εἰκοστὸς πρῶτος ηθιρ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

29 ὁ εἰκοστὸς δεύτερος γοδολλαθι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

30 ὁ τρίτος καὶ εἰκοστὸς μεαζωθ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

31 ὁ τέταρτος καὶ εἰκοστὸς ρωμεμθι-ωδ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο